Ἀκολουθία ἡ θεία ἱερὰ καὶ μαρτυρικὴ τῶν ἁγίων καὶ πανενδόξων τοῦ Χριστοῦ μεγίστων ἀθλοφόρων τε καὶ αὐταδέλφων Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ ἀθλησάντων ἐν ἔτει σωτηρίῳ τξβ΄. ἀναγινωσκομένη κατὰ τὴν ιζ΄. τοῦ Ἰουνίου. Ἥτις πρῶτον μὲν ἐρανισθεῖσά τε καὶ φιλοπονηθεῖσα παρὰ Μανουὴλ Μάνου τοῦ Βυζαντίου, καὶ ἐπιδιορθωθεῖσα παρὰ τοῦ πανοσιοσοφολογιωτάτου διδασκάλου καὶ ἱεροκήρυκος τῆς ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας κυρίου Δωροθέου Βουλησμᾶ. Εἰς φῶς ἤχθη διὰ δαπάνης τοῦ ἐν μακαρίᾳ τῇ λήξει εὐγενεστάτου ἄρχοντος Πολκοβνίκου καὶ Καβαλλιέρη κυρίου Μανουὴλ Μπάλσα. Νῦν δὲ ἀυξηθεῖσα παρὰ τοῦ αὐτοῦ ποιητοῦ χάριν εὐλαβείας τῇ προσθήκῃ τῶν τε ἐγκωμίων τοῦ ἱεροῦ τῶν ἁγίων ἐπιταφίου, εὐλογηταρίων, καὶ κδ΄ οἴκων, μετά τινων τροπαρίων ψαλλομένων ἐν τῇ ἀγρυπνίᾳ τῆς αὐτῶν ἐτησίου πανηγύρεως· ἔτι δὲ σὺν τέτταρσιν εὐχαῖς, μεγαλυναρίοις τισι, τυπικοῖς ἕξ, καὶ τοῖς δυσὶ σπανιωτάτοις πασχαλίοις, μετὰ και τινων ἄλλων, ὡς ὁρᾶται, ἅπερ ἅπαντα ἐθεωρήθησαν παρὰ τοῦ πανιερωτάτου ἐν ἀρχιερεῦσιν ἁγίου Συνάδων κυρίου κυρίου Νικοδήμου, καὶ τελευταῖον καλλωπισθεῖσα ταῖς τῶν χαριτοβρύτων εἰκόνων τέτταρσι χαλκογραφίαις τῶν ἁγίων, καὶ ὡς οἷόν τ’ εἰς τὸ ἐντελὲς ἀχθεῖσα. Ἤδη δεύτερον σὺν Θεῷ ἁγίῳ τύποις καθαρωτέροις καὶ ἐρυθροῖς χαρακτῆρσιν ἐκδίδοται σπουδῇ μὲν καὶ ἀναλώμασι τοῦ ταπεινοῦ ποιητοῦ, ὅπως διανέμηται δωρεὰν τοῖς τε θείοις ναοῖς τοῦ Κυρίου ἡμῶν, καὶ τοῖς φιλομάρτυσι χριστιανοῖς, ἐξαιρέτως δὲ τοῖς ὁμωνύμοις τοῖς ἁγίοις ὑπὲρ τῆς τῶν πολλῶν αὐτοῦ πλημμελημάτων ἀφέσεως, καὶ τῆς μετὰ δικαίων τῶν ψυχῶν τῶν γονέων αὐτοῦ Σκαρλάτου καὶ Αἰκατερίνης αἰωνίου ἀναπαύσεως. Ἐπιμελείᾳ δὲ καὶ ἐπιστασίᾳ τοῦ πανοσιωτάτου ἐν ἱερομονάχοις ἁγίου ἀρχιμανδρίτου κυρίου κυρίου Καλλινίκου τοῦ ἐκ Θεσσαλονίκης. Ἐν Λειψίᾳ τῆς Σαξωνίας. 7323: ‚ζτκγ́. 1815: ‚αωιέ. Ἐν τῇ τυπογραφίᾳ Βράϊτκοπφ καὶ Ἕρτελ.